Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.77 Joseph. AJ 20.82 (English) >>Joseph. AJ 20.88

20.80πάντας δὲ φυγεῖν ἠνάγκασεν, αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον, καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν, πολλὴ δὲ ἦν, ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα· περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν. 20.81

Ἀποτυχόντες δὲ οἱ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες τῆς πρώτης ἐπιχειρήσεως παραδόντος αὐτοὺς τοῦ θεοῦ τῷ βασιλεῖ οὐδʼ ὣς ἠρέμουν, ἀλλὰ γράφουσιν πάλιν Οὐολογέσῃ, βασιλεὺς δὲ Πάρθων οὗτος ἦν, παρακαλοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δʼ αὐτοῖς ἕτερον δυνάστην καὶ τῷ γένει Πάρθον· μισεῖν γὰρ ἔλεγον τὸν ἑαυτῶν βασιλέα καταλύσαντα μὲν τὰ πάτρια, ξένων δʼ ἐραστὴν ἐθῶν γενόμενον. 20.82ταῦτα ἀκούσας Πάρθος ἐπήρθη πρὸς τὸν πόλεμον, καὶ προφάσεως δικαίας μηδεμίαν ἀφορμὴν ἔχων τὰς ὑπὸ τοῦ πατρὸς αὐτῷ δοθείσας τιμὰς ἔπεμψεν ἀπαιτῶν, ἀπειθήσαντι δὲ πόλεμον κατήγγελλεν. 20.83ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως Ἰζάτης, ὡς ἤκουσεν ταῦτα, κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας. 20.84εἰδὼς δέ, ὅτι καὶ ἀπολαβὼν Πάρθος τὰς τιμὰς οὐκ ἂν ἠρεμήσειεν, ἔκρινεν ἐπιτρέψαι τῷ κηδεμόνι θεῷ τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον, 20.85καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα, τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις ἐμπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς, ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.77 Joseph. AJ 20.82 (English) >>Joseph. AJ 20.88

Powered by PhiloLogic